Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.99 Joseph. AJ 8.103 (English) >>Joseph. AJ 8.106

8.101βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε βασιλεὺς καὶ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἄπειρόν τι θυμιαμάτων πλῆθος, 8.102ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατʼ ἀνθρωπίνην δόξαν εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον· καὶ γὰρ οὐδʼ ὑμνοῦντες οὐδὲ χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον. 8.103τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν κιβωτὸν μετήνεγκαν. ὡς δʼ εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ κατέθεσαν· αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν. 8.104εἶχε δὲ κιβωτὸς οὐδὲν ἕτερον δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς ἔσωζον. τὴν δὲ λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὸν βωμὸν τὸν χρύσεον ἔστησαν ἐν τῷ ναῷ πρὸ τοῦ ἀδύτου κατὰ τοὺς αὐτοὺς τόπους, οὓς καὶ τότε ἐν τῇ σκηνῇ κείμενοι κατεῖχον, καὶ τὰς καθημερινὰς θυσίας ἀνέφερον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.99 Joseph. AJ 8.103 (English) >>Joseph. AJ 8.106

Powered by PhiloLogic